Ancient Greek
Book 18
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 18.17
Not analysed yet
Καὶ πᾶς κυβερνήτης. Εἰ καὶ θάλασσα τροπικῶς ὁ παρὼν βίος ὡς πολυκύμων εἴρηται, καὶ οἱ ἐν αὐτῇ ἐμπορευόμενοι ἰχθύες ὡς τῷ βιωτικῷ νηχόμενοι κλύδωνι, ἀλλ’ εἰκὸς καὶ τὴν ταῦτα πάσχουσαν πόλιν, αἰσθητῇ θαλάσσῃ γειτνιῶσαν, τὰ παρὰ τῶν ἐν αὐτῇ πλεόντων δεχομένῃ, πένθους τούτοις διὰ τῆς οἰκείας ἐρημώσεως ὑπόθεσιν ἔσεσθαι. ταὐτὸν δὲ παθεῖν ἐπάναγκες καὶ τοὺς τῆς παγκοσμίου Βαβυλῶνος, ἤγουν συγχύσεως ἐμπόρους, ἐν τῇ συντελείᾳ τῶν ὁρωμένων θρηνεῖν ἀπαραμύθητα, τῶν ἡδέων τοῦ παρόντος βίου ἀβουλήτως χωριζομένους, καὶ ὑπὸ τοῦ συνειδότος ἐπὶ ταῖς οἰκείαις πράξεσι κεντουμενους.