Ancient Greek
Book 18
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 18.20
Not analysed yet
Εὐφραίνου ἐπ’ αὐτῇ οὐρανέ. Διὰ τοῦ οὐρανοῦ ἢ τοὺς Ἀγγέλους φησὶν, ἢ τοὺς ἐν αὐτῷ ἔχοντας ἁγίους τὸ πολίτευμα, μεθ’ ὦν τοῖς Ἀποστόλοις καὶ προφήταις τὴν εὐφροσύνην ἐγκελεύεται· ὅτι περ ἐφ’ οἷς ὑβρισμένοι παρ’ αὐτῆς εἰσὶν, ἐκδεδίκηνται, ἢ ὡς πολλάκις διὰ τῆς παραβάσεως τῶν θείων ἐντολῶν ἀτιμασθέντες, ἅτε ἐμβοήσαντες ἀνόνητα τοῖς τῆς λεχθείσης πόλεως οἰκήτορσιν· ἢ ὡς ἐν τῆ καθ’ ὅλης τῆς γῆς συγκεχυμένῃ δυναστείᾳ διὰ τὸν Θεὸν σφαγιασθέντες, ὅτι τοῖς λογίοις αὐτοῦ διηκονήσαντο· ὅθεν οἱ μὲν προφῆται ὑπὸ Ἰουδαίων, οἱ δὲ Ἀπόστολοι ὑπὸ τῶν ἐθνῶν, οἷς μάλιστα τὸν λόγον ἐκήρυξαν, ἀπεκτάνθησαν. οὐχ ὡς χαιρέκακοι δὲ τῇ τῶν παιδειῶν ἐπιφορᾷ χαίρουσιν, ἀλλ’ ὡς ἐπιθυμίαν διάπυρον περὶ τὴν διακοπὴν τῆς ἁμαρτίας ἔχοντες, ὡς ἂν οἱ ταύτῃ δουλωθέντες ἡμερωτέρας τύχωσιν ἐν τῷ μέλλοντι τῆς κολάσεως, δι’ ὧν ἐνταῦθα μαστίζονται.