Ancient Greek
18.9 to 18.15
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 18.9-15
Not analysed yet
Καὶ κλαύσουσι καὶ κλαύσονται. Βασιλεῖς ἐνταῦθα τοὺς ἄρχοντας λέγει, οὓς προσαγορεύει τὴν ἐκ τῶν θείων ἐντολῶν πορνείαν ἐν αὐτῇ πράξαντας κλαύσεσθαι, τὴν αὐτῆς ὁρῶντας ἣ ἀκούοντας πυρπόλησιν καὶ ἐρήμωσιν, καταπληττομένους τὴν ἀθρόαν μεταβολὴν, πῶς ἐν ἀκαριαίῳ καιρῷ γέγονεν. Καὶ οἱ ἔμποροι τῆς γῆς. Καὶ τοὺς ἐμπόρους κλαύσεσθαι φησὶν ἐπ’ αὐτῇ, διὰ τὸ μηκέτι δύνασθαι ἐν αὐτῇ ἐμπορεύεσθαι. τῶν γὰρ ἐν δυναστείᾳ καὶ τρυφῇ φθειρομένων περιττὴ ἡ τούτων ὠνὴ καὶ κατάχρησις. Καὶ πᾶν ξύλον θύινον. Προυπακουστέον τούτοις τὸ, οὐδεὶς ἀγοράζει· σκοπεῖν δὲ χρὴ τίνι τῶν πόλεων ἄρα ἡ τῶν τοιούτων εἰδῶν ὠνὴ συνήθης, καὶ τίσι μᾶλλον ἀνθρώποις ἡ τῶν περισσῶν κτῆσις περισπούδαστος διὰ τρυφὴν ἄμετρον. διὰ δὲ τοῦ ῥαίδων, τὰ ὀχήματα εἰκὸς σημαίνεσθαι· ῥαιδιοὺμ γὰρ Ῥωμαϊστὶ τὸ ὄχημα, ἡ δὲ τούτου γενικὴ πληθυντικὴ ῥαιδιόρουμ, ἥτις κατὰ συγκοπὴν ῥαίδων γέγονεν. Καὶ σωμάτων ψυχὰς ἀνθρώπων. Οὔτε ψυχὰς ἀνθρώπων τοῦ λοιποῦ ἐμπορεύσῃ, φησὶ, καταδουλοῦσα τοὺς ἐλευθέρους, οὔτε τῶν πάλαι λιπαρῶν καὶ λαμπρῶν ἕξεις τὴν ἀπόλαυσιν. Οἱ πλουτήσαντες ἀπ’ αὐτῆς. Ὑπ᾿ ὄψιν ἄγει τὰ τῆς Βαβυλῶνος ταύτης πάθη, διὰ τῶν ἐν αὐτῇ θρήνων τὸ τῆς συμφορᾶς διαγράφων μέγεθος, ὅπερ πείσεται ἡ τὸ πρὶν αὐχοῦσα ἐπὶ βασιλικῷ ἀξιώματι.