Ancient Greek
Book 18
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 18.21
Not analysed yet
Καὶ ἦρεν εἷς Ἄγγελος. Καθάπερ, φησὶν, ὁ μύλος καταδύνει ὁρμήματι εἰς τὴν θάλασσαν, οὕτως καὶ ἡ τῆς Βαβυλῶνος ταύτης ἀθρόον ἔσται καθαίρεσις, ὥστε μήτε ἴχνος αὐτῆς φυλαχθῆναι εἰς τὰ μετέπειτα. τοῦτο γὰρ σημαίνει ἡ τῶν κιθαρῳδῶν καὶ μουσικῶν καὶ λοιπῶν ἔκλειψις· τὴν δὲ αἰτίαν φησὶν, ὅτι πάντα τὰ ἔθνη τῇ οἰκείᾳ φαρμακείᾳ ἐπλάνησεν, καὶ αἱμάτων προφητικῶν καὶ λοιπῶν ἁγίων δοχεῖον γέγονεν· δι’ ὧν ἁπάντων τὴν ἀσεβῆ παρὰ Πέρσαις Βαβυλῶνα διὰ τούτων δηλοῦσθαι εἰκὸς, ὡς πολλῶν ἁγίων κατὰ διαφόρους καιροὺς μέχρι τοῦ νῦν δεξαμένην αἵματα, καὶ ὡς μαγείαις καὶ ἀπάταις διηνεκῶς χαίρουσαν· καὶ τοῦτο ἡμῖν εὐχῆς ἔργον ταύτην τὰ προφητευθέντα δέχεσθαι, τῆς κατὰ Χριστοῦ καὶ τῶν αὐτοῦ δούλων ἀλαζονείας τὰ ἐπίχειρα.