Ancient Greek
Book 18
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 18.22
Not analysed yet
Οὐ μὴ φανῇ ἐν σοὶ ἔτι. Ἐναντιοῦσθαι πως δοκεῖ τῇ ὑπολήψει ταύτῃ τὸ ἐκ τῶν ἀρχαίων τῆς Ἐκκλησίας διδασκάλων κατὰ τῆς παρὰ Ῥωμαίοις Βαβυλῶνος ταῦτα φάναι προφητεύεσθαι, διὰ τὸ ἐν τῷ δ θηρίῳ ἑωρᾶσθαι τὰ δέκα κέρατα, τουτέστιν ἐν τῇ Ῥωμαίων ἀρχῇ, καὶ ἐξ αὐτῆς τὸ ἐκβλαστάνον ἐκριζοῦν τὰ τρία, καὶ τὰ λοιπὰ ὑποτάττον, καὶ ὣς βασιλέα Ῥωμαίων ἐλεύσεσθαι· προσχήματι μὲν τοῦ θάλπειν καὶ συγκροτεῖν τὴν ἀρχὴν αὐτῶν, τῆ δὲ ἀληθείᾳ τοῦ τὴν τελείαν αὐτῆς λύσιν ἐργάσασθαι. διὸ ὡς εἴρηται, τὴν ὡς ἑνὶ σώματι ἀρχῆθεν μέχρι τοῦ νῦν κρατήσασαν βασιλείαν ταύτην τις ἐκλαβὼν, ὡς ἀληθῶς καὶ Ἀποστόλων καὶ προφητῶν καὶ μαρτύρων ἐκχεάσαν αἵματα, οὐκ ἂν διαμάρτοι τοῦ προσήκοντος. καὶ γὰρ εἷς χορὸς καὶ στρατὸς καὶ μία πόλις λέγονται, κἂν ὑπαλλαγῶσιν οἱ ἀναπληροῦντες τούτων ἕκαστον. οὕτως καὶ βασιλεία μία, κἂν εἰς πολλοὺς χρόνους καὶ τόπους μερίζηται.