Ancient Greek
Book 19
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 19.1
Not analysed yet
Μετὰ ταῦτα ἤκουσα ὡς φωνήν. Τὸ μὲν ἀλληλούϊα θεῖον αἶνον σημαίνει, τὸ δὲ ἀμὴν, ἀληθῶς, ἢ γένοιτο. ἅπερ κοινῶς ἔκ τε τῶν Ἀγγελικῶν δυνάμεων, ἔκ τε τῶν ἰσαγγέλων ἀνθρώπων τῷ Θεῷ φησὶν ἀναπέμπεσθαι τρισσῶς, διὰ τὴν τρισυπόστατον Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος ἑνιαίαν θεότητα. ὅτι καὶ τὸ αἷμα τῶν δούλων αὐτοῦ ἐκ τῆς χειρὸς Βαβυλῶνος ἐξεδίκησεν, καὶ τοὺς αὐτῆς οἰκήτορας διὰ τῆς κολάσεως εὐηργέτησεν, ἐκκοπὴν τῆς ἁμαρτίας ἐργασάμενος. διὰ δὲ τὸ εἰς αἰῶνας αἰώνων τὸν καπνὸν ἀναβαίνειν τῆς πόλεως δηλοῦται ἢ τὸ εἰς τὸ διηνεκὲς τῶν ἐπελθουσῶν αὐτὴ κολάσεων ἀνεπίληστον, ἢ τὸ μερικῶς αὐτὴν δοῦσαν δίκας, μετριωτέρως μὲν, αἰωνίως δὲ ὅμως, ἐν τῷ μέλλοντι κολασθήσεσθαι.