Ancient Greek
Book 18
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 18.6
Not analysed yet
Ἀπόδοτε αὐτῇ ὡς καὶ αὐτή. Ταῦτα, ἢ ὡς πρὸς τοὺς ἐν αὐτῇ ἀθῴους καὶ πεπονθότας ὑπὸ τῶν ἐν αὐτῇ κρατούντων κάκιστα φησὶν, ὡς αἰτίους διὰ τῆς τῶν ἀλγεινῶν ὑπομονῆς τῆς τῶν ἐπαγαγόντων ταῦτα κολάσεως· ἢ μετάβασιν δηλοῖ ἀπὸ προσώπων εἰς πρόσωπα ἐκ τῶν ἠδικημένων πρὸς δυνάμεις τινὰς ἁγίας τιμωρητικὰς, οἰκειουμένας διὰ φιλοθεΐαν τὰς εἰς τοὺς συνδούλους γενομένας παρ’ αὐτῆς κακώσεις. διπλοῦν δὲ τὸ ποτήριον φησὶν, ἢ διὰ τὸ κἀνταῦθα καὶ τῷ μέλλοντι τοὺς λίαν ἁμαρτωλοὺς κολάζεσθαι, ἢ διὰ τὴν ψυχὴν καὶ τὸ σῶμα, ἐξ ὧν ἡ πρᾶξις κοινὴ καὶ καθ’ ὧν ἡ κόλασις, διὰ τὸ τῆς θείας φιλανθρωπίας πέλαγος, διπλᾶ ὀργιζομένης, τὰ καὶ αὐτῆς τῆς ἀκράτου δικαιοσύνης ἀποδέοντα, διὰ τὸ τὴν ἁμαρτίαν ἔχειν, καὶ ἐν τῷ τολμᾶσθαι πολλάκις τὴν ἐκ τοῦ συνειδότος κόλασιν.