Ancient Greek
Book 18
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 18.8
Not analysed yet
Διὰ τοῦτο ἐν μιᾷ ἡμέρᾳ. Μίαν ἡμέραν, ἢ τὸ ἀθρόον καὶ ὀλίγον τοῦ καιροῦ φησιν, ἐν ᾧ ἔκ τε ῥομφαίας καὶ λιμοῦ, πένθος αὐτῇ προσγενήσεσθαι, ἔκ τε λοιμοῦ φθαρήσεσθαι, καὶ πυρὸς κατακαυθήσεσθαι. ἢ καὶ αὐτῆς τῆς ἡμέρας τὸν δρόμον, ἣ ταῦτα αὐτῇ προφητεύει πείσεσθαι. μετὰ γὰρ τὸ ἐγκρατεῖς γενέσθαι τοὺς ἐχθροὺς τῆς πόλεως, ἐξαρκεῖ καὶ μία ἡμέρα πᾶσαν τοῖς ἡττηθεῖσιν ἐπαγαγεῖν κάκωσιν, καὶ πολυειδεῖς θανάτου τρόπους· ἰσχύοντος τοῦ Θεοῦ κολάζειν τοὺς ἀμετανοήτως ἐξαμαρτάνοντας.