Ancient Greek
Book 2
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 2.19
Not analysed yet
Οἶδά σου τὰ ἔργα. Εἰ γὰρ καὶ διὰ τὴν πίστιν καὶ τὴν περὶ τοὺς δεομένους διακονίαν τὸ εὐλαβὲς ὑμῶν καὶ ὑπομονητικὸν ἀποδέχομαι, ἀλλὰ δικαίως ὑμῖν ἐπιμέμφομαι, ὅτι τὴν τῶν Νικολαϊτῶν αἵρεσιν, τὴν τροπικῶς ὠνόμασ’ μένην Ἰεζάβελ διὰ τὴν δυσσέβειαν καὶ ἀσέλγειαν, ἀφήκατε παρρησιάζεσθαι, ὥστε τοῖς δούλοις μου δι’ ἁπλότητα γνώμης παρέχειν σκάνδαλον, καὶ ἕλκειν αὐτοὺς εἰς εἰδωλόθυτα, οἷς καλῶς ἀπετάξαντο. ταύτην δὲ ἐπιστομίζειν ὀφείλετε, ὅτι καὶ προφῆτις εἶναι ὑποκρίνεται, ὑπὸ πονηροῦ ἐνεργουμένη πνεύματος.