Ancient Greek
2.21 to 2.24
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 2.21-24
Not analysed yet
Καὶ ἔδωκα αὐτῇ. Αὕτη φησὶν ἡ πονηρὰ αἵρεσις, καὶ καιρὸν λαβοῦσα εἰς μετάνοιαν, καλῶς τούτῳ οὐκ ἐχρήσατο. Ἴδου βάλλω αὐτήν. Τροπικῶς μοιχαλίδι τὴν συστροφὴν τῶν αἱρετικῶν παρεικάσας, ἀπειλεῖ ταύτην τε ἀσθενείᾳ καὶ θανάτῳ περιβαλεῖν, καὶ τοὺς αὐτῇ συμφθειρομένους καὶ ἐκ τοῦ Θεοῦ πορνεύοντας, εἰ μὴ διὰ μετανοίας πρὸς αὐτὸν ἐπιστρέψουσιν. Ὑμῖν δὲ λέγω τοῖς λοιποῖς. Ταῦτα πρὸς τοὺς ἁπλουστέρους φησίν. ἐπείπερ πρὸς τοὺς οὕτω πονηροὺς καὶ εὑρεσιλόγους ἀντέχειν δι’ ἁπλότητα τρόπων οὐ δύνασθε, ἅτε τὰ βάθη τοῦ Σατανᾶ μὴ ἐγνωκότες ὡς λέγετε, οὐ ζητῶ παρ’ ὑμῶν τὴν διὰ λόγων μάχην, ἀλλὰ τὴν φυλακὴν τῆς διδαχῆς, ἣν παρελάβετε, ἄχρις ἃν ὑμᾶς ἐντεῦθεν προσλήψομαι.