Ancient Greek
Book 2
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 2.26
Not analysed yet
Καὶ ὁ νικῶν καὶ ὁ τηρῶν. τῷ ποιοῦντι, φησὶ, τὰ ἔργα μου δώσω ἐξουσίαν ἐπάνω πέντε ἢ δέκα πόλεων, ὡς ἐν τῷ Εὐαγγελίῳ εἴρηκεν· ἣ διὰ τούτου τὴν τῶν ἀπίστων κρίσιν αἰνίττεται, δι’ ἧς οἱ πεπλανημένοι, ὡς ἐν ῥάβδῳ ποιμαινόμενοι συντριβήσονται, ὑπὸ τῶν ἐν αὐτοῖς τῷ Χριστῷ πιστευσάντων κρινόμενοι, κατὰ τὸ εἰρημένον, “ἄνδρες “Νινευΐται ἀναστήσονται καὶ κατακρινοῦσι τὴν γενεὰν ταύτην.” δὲ, “ὡς κἀγὼ εἴληφα παρὰ τοῦ Πατρός μου,” τὴν τῆς σαρκὸς πρόσληψιν.