Ancient Greek
Book 2
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 2.28
Not analysed yet
Καὶ δώσω αὐτῷ. Ἀστέρα πρωινὸν, ἣ ἐκεῖνον φησὶ περὶ οὗ ‘Hσαΐας ἔλεγεν, “πῶς “ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος ὁ πρωὶ ἀνατέλλων,” συντετριμμένον ὑπὸ τοὺς πόδας τῶν ἁγίων ἐπήγγελτο. καὶ τὸν ὑπὸ τοῦ ἀποστόλου Πέτρου λεχθέντα ἑωσφόρον ἐν ταῖς καρδίαις τῶν πιστῶν ἀνατέλλοντα, τὸν Χριστοῦ φωτισμὸν εὔδηλον. καὶ ὁ βαπτιστὴς Ἰωάννης καὶ Ἠλίας φωσφόρος προσαγορεύονται, ὁ τῆς πρώτης ἀνατολῆς τοῦ ἡλίου τῆς δικαιοσύνης, ὁ γε τῆς δευτέρας, μεθ’ ὡν ἕξειν τὸ μέρος τοὺς νικητὰς τοῦ διαβόλου πιστεύομεν. νοεῖται δὲ καὶ ἡ τῆς μελλούσης ἡμέρας ἀνατολὴ, ᾗ τὸ σκότος τοῦ παρόντος βίου καλυφθήσεται. καὶ ὁ ταύτην δὲ εὐαγγελιζόμενος Ἄγγελος. προπορεύεται γὰρ αὕτη τοῦ τῆς δικαιψσύνης ἡλίου ἐπιφανησομένου τοῖς ἁγίοις, καὶ τὴν ἀχλὺν τοῦ παρόντος βίου διασκεδάσαντος.