Ancient Greek
Book 20
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 20.14
Not analysed yet
Καὶ ὁ θάνατος καὶ ὁ ᾅδης. Tὸ τὸν θάνατον καὶ τὸν ᾅδην εἰς τὴν λίμνην τοῦ πυρὸς βάλ- λεσθαι δηλοῖ, ἢ τὸ γεγραμμένον "ἔσχατος ἐχθρὸς καταργεῖται ὁ **θάνατος,’’ ἢ τὰς προξένους τοῦ τῆς ἁμαρτίας θανάτου πονηρὰς δυνάμεις, τὰς τὸν ᾅδην ἐχούσας κατάλυμα, κἀκεῖ τοὺς πειθομένους παραπεμπούσας εἰς τὸ πῦρ καταποντίζεσθαι. ὥσπερ γὰρ πόλεις οἱ ταύτης διοικήτορες λέγονται, οὕτω καὶ θάνατος καὶ ᾅδης, οἱ τούτων αἴτιοι. εἰ δὲ πάντες οἱ μὴ γεγραμμένοι ἐν τῇ βίβλῳ τῆς ζωῆς εἰς τὴν λίμνην τοῦ πυρὸς βληθήσονται, θαυμάζειν οὐ χρή. καὶ γὰρ ὡς πολλαὶ μοναὶ παρὰ τῷ Πατρὶ τῶν σωζομένων, οὕτω κἀκεῖ διάφοροι τόποι καὶ τρόποι κολάσεων, τῶν μὲν δριμυτέρων, τῶν δὲ μαλθακωτέρων· ὧν πειραθήσονται οἱ μὴ ἠξιωμένοι τῆς βίβλου τῆς ζωῆς.