Ancient Greek
21.10 to 21.11
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 21.10-11
Not analysed yet
Καὶ ἀπήνεγκέ με ἐν πνεύματι. Τὸ ἀπενεχθῆναι ἐν πνεύματι δηλοῖ, τῷ ἐκ γῆς ἀρθῆναι τῷ φρονήματι διὰ τοῦ πνεύματος, πρὸς τὴν τῶν οὐρανίων κατανόησιν. ἐπ’ ὄρος δὲ μέγα τὴν ἀνηγμένην καὶ ὑπερκόσμιον τῶν ἁγίων ζωὴν, ἐν ᾗ ἡ γυνὴ τοῦ ἀρνίου, ἡ ἄνω Ἱερουσαλὴμ, ὑπὸ Θεοῦ κοσμηθήσεται καὶ δοξασθήσεται. Ὁ φωστὴρ αὐτῆς. Φωστὴρ τῆς Ἐκκλησίας ὁ Χριστὸς, διὰ μὲν τῆς κρυσταλλιζούσης ἰάσπιδος, ὡς ἀειθαλὴς καὶ ζωόδωρος καὶ ὡς καθαρός· δι’ ἑτέρων δὲ ἑτέρως ὡς σκιαγραφούμενος· οὐδὲ γὰρ ἑνὸς εἴδους παραδείγματι τῶν ποικίλων αὐτοῦ περὶ ἡμᾶς εὐεργεσιῶν τὸ πολύτροπον διαγραφῆναι δύναται.