Ancient Greek
Book 21
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 21.9
Not analysed yet
Καὶ ἦλθεν εἷς ἐκ τῶν ἑπτὰ Ἀγγέλων. Διὰ τούτων δείκνυται μὴ μόνον τὰς κακωτικὰς ἐπάγειν πληγὰς τοὺς Ἀγγέλους, ἀλλὰ καὶ τὰ χαροποιὰ δεικνύειν. ὃ γὰρ τότε τὴν πληγὴν τοῖς ἀξίοις ἐπάγων, νῦν τὴν μακαριότητα τῆς Ἐκκλησίας τῷ ἁγίῳ ὑποδείκνυσιν. καλῶς δὲ τὴν νύμφην τοῦ ἀρνίου γυναῖκα φησιν· ὅτε γὰρ ὡς ἀμνὸς ἐσφαγιάσθη Χριστὸς, τότε αὐτὴν τῷ οἰκείῳ αἵματι ἐνυμφεύσατο. ὥσπερ γὰρ τοῦ Ἀδὰμ καθεύδοντος διεπλάσθη ἡ γυνὴ τῇ τῆς πλευρᾶς ἀφαιρέσει, οὕτω καὶ τῷ Χριστῷ ἐν τῷ σταυρῷ ἑκουσίως διὰ θανάτου ὑπνώσαντι τῇ ἐκχύσει τοῦ ἐκ τῆς πλευρᾶς αὐτοῦ αἵματος ἡ Ἐκκλησία συστᾶσα τῷ τυθέντι δι’ ἡμᾶς ἥρμοσται.