Ancient Greek
Book 21
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 21.12
Not analysed yet
Ἔχουσα τεῖχος μέγα. Τεῖχος μέγα τῆς Ἐκκλησίας ἰσχυρὸν φρουρητικόν τε τῶν ἐν τῇ ἁγίᾳ πόλει, ὁ Χριστός ἐστιν, ἐν ᾧ πυλῶνες Ἰησοῦ οἱ ἅγιοι Ἀπόστολοι· δι’ ὧν τὴν προσαγωγὴν καὶ τὴν εἴσοδον πρὸς τὸν Πατέρα ἐσχήκαμεν, καὶ αὐτοὶ δὲ συνεργούμενοι ὑπὸ Ἀγγέλων ιβ τῶν προυχόντων τῷ Θεῷ κατὰ τὴν ἀγχιστείαν τὴν ἐν ἁγιότητι. εἰ γὰρ ἑκάστῳ τῶν πιστῶν Ἄγγελον ἔσεσθαι φύλακα πεπιστεύκαμεν, πολλῷ μᾶλλον τοῖς θεμελιωταῖς τῆς Ἐκκλησίας ἔδει τοὺς ἐν Ἀγγέλοις πρωτεύοντας συνεργοὺς πρὸς τὸ ἀγγελικὸν κήρυγμα νοεῖσθαι ἀκόλουθον. τὰ δὲ ὀνόματα τῶν φυλῶν τοῦ νοητοῦ Ἰσραὴλ ἐπὶ ταῖς ἀποστολικαῖς εἰσόδοις γέγραπται. ἐπειδὴ καὶ τὰ τοῦ αἰσθητοῦ Ἰσραὴλ ἐν τῇ ἐπωμίδι τοῦ πάλαι κατὰ καιρὸν ἀρχιερέως ἐγέγραπτο. καὶ γὰρ ἡ γραφὴ νῦν διὰ τῶν ὀνομάτων τούτων τὴν περὶ τῶν πιστῶν μέριμναν τοῖς Ἀποστόλοις προσμαρτυρεῖ, καθὼς ὁ Παῦλος φησὶν, “ἔχειν τὴν “μέριμναν πασῶν τῶν ἐκκλησιῶν.”