Ancient Greek
21.13 to 21.14
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 21.13-14
Not analysed yet
Ἀπὸ ἀνατολῶν, πυλῶνες τρεῖς. Τὸ τετραμερὲς σχῆμα τῶν πυλώνων, καὶ ἡ τρισσὴ αὐτῶν ἀνάπτυξις τὴν ἐκ τῆς τετραπεράτου οἰκουμένης τῆς προσκυνητῆς τριάδος δηλοῖ ἐπίγνωσιν, ἣν διὰ τοῦ ζωοποιοῦ σταυροῦ εἰλήφαμεν. σταυροειδὲς γὰρ τὸ σχῆμα τῆς τῶν πυλώνων θέσεως. Καὶ τὸ τεῖχος τῆς πόλεως. Θεμέλιοι τοῦ τείχους οἱ ιβ Ἀπόστολοι, ἐφ’ οὓς ἡ τοῦ Χριστοῦ Ἐκκλησία τεθεμελίωται· ὣν τὰ ὀνόματα ὡς ἐν προγραφῇ τούτοις ἐπιγέγραπται πρὸς τὴν τῶν ἀναγινωσκόντων εὐμάθειαν.