Ancient Greek
Book 22
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 22.14
Not analysed yet
Μακάριοι οἱ ποιοῦντες. Ὄντως μακαρισμοῦ ἄξιοι οἱ τοιοῦτοι, ἐξουσίαν γὰρ ἕξουσιν τῇ ἀλήκτῳ ζωῇ, τῷ ξύλῳ τῆς ζωῆς Χριστῷ τῷ Θεῷ ἡμῶν ἐπαναπαύεσθαι καὶ ἐντρυφᾷν τῇ αὐτοῦ θεωρίᾳ καὶ τοῖς ἀποστολικοῖς πυλῶσι, δηλαδὴ τοῖς αὐτῶν διδάγμασιν εἰς τὴν ἄνω πόλιν διὰ τῆς ἀληθινῆς θύρας εἰσελεύσονται, μὴ ὑπερπηδῶντες ἑτέρωθεν καθὼς οἱ μισθωτοὶ ποιμένες, ἀλλ’ ὑπὸ τοῦ θυρωροῦ τῆς ζωῆς εἰσαγόμενοι.