Ancient Greek
Book 22
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 22.15
Not analysed yet
Ἔξω οἱ κύνες. Κύνες οὐ μόνον οἱ ἀναιδεῖς καὶ ἄπιστοι, καὶ οἱ ἐν τῆ κατατομῇ κακοὶ ἐργάται, κατὰ τὸν ἀπόστολον, καὶ οἱ μετὰ τὸ βάπτισμα ἐπιστρέψαντες εἰς τὸν ἴδιον ἔμετον, διὸ σὺν τοῖς πόρνοις καὶ εἰδωλολάτραις τῆς ἄνω ἀλλοτριοῦνται πόλεως. Εγὼ Ἰησοῦς ἔπεμψα τὸν Ἄγγελόν Κἀνταῦθα τὸ δεσποτικὸν τοῦ πεπομφότος τὸν Ἄγγελον ἀξίωμα δείκνυται· τὸ δὲ μαρτυρῆσαι ἀντὶ τοῦ διαμαρτύρασθαι τέθειται.