Ancient Greek
Book 22
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 22.16
Not analysed yet
Ἐγὼ εἰμὶ ἡ ῥίζα. Ῥίζα τοῦ Δαβὶδ ὁ Χριστὸς ὡς Θεὸς, γένος δὲ ὡς κατὰ σάρκα ἐξ αὐτοῦ βλαστήσας, ἀστὴρ δὲ πρωινὸς, ὡς ἐν τῷ πρωὶ ἀνατείλας ἡμῖν τριήμερος, καὶ ἐν τῇ μετὰ τὴν νύκτα τοῦ παρόντος βίου πρωϊνῇ τῆς κοινῆς ἀναστάσεως τοῖς ἁγίοις ἐπιφανησόμενος, τὴν ἡμέραν αὔξων τὴν ἀτελεύτητον.