Ancient Greek
Book 4
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 4.10
Not analysed yet
Πεσοῦνται οἱ εἴκοσι. Διὰ τούτου δηλοῦται καὶ τοὺς νοηθέντας ἡμῖν κδ πρεσβυτέρους, κοινωνοὺς εἶναι τῆς ὑμνῳδίας τῶν ἄνω δυνάμεων, ὁμολογοῦντας ἐκ Θεοῦ κεκομίσθαι τῆς τῶν νοητῶν ἐχθρῶν νίκης τὴν δύναμιν. Σὺ, φησὶ, δέσποτα, λέγοντες, τῶν στεφάνων τῆς νίκης αἴτιος καὶ χορηγὸς γέγονας· καὶ σοὶ παρὰ πάντων ὡς κτισμάτων ἡ εύχαριστία ὀφείλεται.