Ancient Greek
Book 4
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 4.8
Not analysed yet
Καὶ τὰ τέσσαρα ζῷα. Ταῦτα τὰ δ ζῷα διὰ τοῦτο ταῖς δυσὶ πτέρυξι καλύπτει τὰ πρόσωπα, καὶ ταῖς δυσὶ τοὺς πόδας, ταῖς δὲ μέσαις πέτανται, ἵνα ἡ περὶ τὰ ὑψηλότερα καὶ βαθύτερα τῆς οἰκείας καταλήψεως φανῇ αὐτῶν εὐλάβεια, δι’ ἣν τοῖς μέσοις πρὸς τὰς θεατρικὰς αὐγὰς θείοις ζυγοῖς ἀνατείνονται. Καὶ ἀνάπαυσιν. Ἀνάπαυσις ταῖς ἁγίαις δυνάμεσι, τὸ τῆς θείας ὑμνῳδίας μὴ παύεσθαι, τὸν δὲ, τρισσὸν ἁγιασμὸν τῆς τρισυποστάτου προσφέρει θεότητος. τὸ δὲ ὁ ὣν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος, τὴν ἁγίαν τριάδα δηλοῦν ἔφημεν.