Ancient Greek
Book 4
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 4.7
Not analysed yet
Καὶ τὸ ζῶον τὸ πρῶτον. Ταῦτα τὰ ζῷα διὰ τῶν τεσσάρων προσώπων δηλοῦν ἔοικεν. εἴτε τῶν δ στοιχείων τὴν τοῦ Θεοῦ δημιουργίαν τε καὶ συντήρησιν, εἴτε τῶν ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ τῶν ἐν θαλάσσῃ τὴν δεσποτείαν, ἣ τὰς δ ἀρετὰς καὶ τὰ δ Εὐαγγέλια. τοῦ μὲν λέοντος δηλοῦντος τὴν ἀνδρίαν καὶ τὸ κατὰ Ἰωάννην Εὐαγγέλιον, διὰ τὸ τῆς προαιωνίου βασιλείας τούτου σημαντικόν. τοῦ δὲ μόσχου τὴν δικαιοσύνην καὶ τὸ κατὰ Λουκᾶν Εὐαγγέλιον ὡς νομικῶς καὶ ἱερατικῶς τὸν Χριστὸν γενεαλογήσαντος. τοῦ δὲ ἀετοῦ τὴν σωφροσύνην, ταύτην γὰρ ἔχειν μαρτυρεῖται τὸ ζῶον καὶ τὸ κατὰ Μάρκον Εὐαγγέλιον, ὡς σύντομον καὶ ἀπὸ τοῦ προφητι- κοῦ πνεύματος ἀρξάμενον. τοῦ δὲ ἀνθρώπου τὴν φρόνησιν, καὶ τὸ κατὰ Ματθαῖον Εὐαγγέλιον, ὡς φύσει καὶ οὐ νόμῳ κηρύξαντος τὴν Χριστοῦ γέννησιν. ἴσως δὲ διὰ τούτων καὶ ἡ οἰκονομία τοῦ Χριστοῦ δηλοῦται διὰ τοῦ λέοντος, ὡς βασιλέως· διὰ τοῦ μόσχου ὡς ἱερέως, μᾶλλον δὲ ἱερείου· διὰ δὲ τοῦ ἀνθρώπου, ὡς δι’ ἡμᾶς ἀνδρωθέντος· διὰ δὲ τοῦ ἀετοῦ, ὡς χορηγοῦ τοῦ ζωοποιοῦ Πνεύματος τοῦ ἐπιπτάντος ἡμῖν ἄνωθεν.