Ancient Greek
COD. COISL. 224. FoL. 334 r.
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 5
Not analysed yet
Ὃς μάρτυς πιστός ἐστιν. Οὗτος ἐστι, φησιν, ὁ μαρτυρήσας ἐπὶ Ποντίου Πιλάτου, ὁ πιστὸς ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ, ὁ ἐκ νεκρῶν πρωτότοκος. ὧν γὰρ αὐτὸς κατάρχει, οὐκέτι, καθὼς οἱ πρότερον θανόντες καὶ ἀναστάντες, ὄψονται θάνατον, ἀλλ’ αἰωνίως ζήσονται. Καὶ ὁ ἄρχων τῶν βασιλέων τῆς γῆς. Ἄρχων δὲ τῶν βασιλέων, ὡς βασιλεὺς τῶν βασιλευόντων. “ἄρχων δὲ τῶν βασιλέων τῆς γῆς καὶ ἑτέρως τῶν γηΐνων λέγεται. Τῷ ἀγαπῶντι ἡμᾶς καὶ λύσαντι ἡμᾶς ἀπὸ τῶν ἁμαρτιῶν ἡμῶν ἐν τῷ αἵματι αὐτοῦ. Τούτῳ, φησὶν, ἡ δόξα πρέπει, τῷ δι’ ἀγάπην τῶν δεσμῶν τοῦ θανάτου λύσαντι ἡμᾶς, καὶ τῶν τῆς ἁμαρτίας κηλίδων λούσαντι, τῇ ἐκχύσει τοῦ ζωοποιοῦ αὐτοῦ αἵματος καὶ ὕδατος, καὶ ποιήσαντι ἡμᾶς “βασίλειον ἱεράτευμα,’’ ἀντὶ ἀλόγων θυσιῶν, ““’σαν, τὴν λογικὴν θυσίαν τῷ Πατρὶ