Ancient Greek
COD. COISL. 224. FoL. 334 r.
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 7
Not analysed yet
Ἴδου ἔρχεται μετὰ νεφελῶν. Ὁ ἐνταῦθα, φησὶν, ὡς ἀμνὸς σφαγιασθεὶς, ἐν τῇ πατρικῇ δόξῃ, κριτὴς ἐπὶ τῶν νεφελῶν ἐλεύσεται. εἴτε ἀσωμάτως νοουμένων διὰ τῶν νεφελῶν, νοερῶν δυνάμεων· ἐρχόμενον δὲ αὐτὸν μετὰ δόξης, πᾶς μὲν ὀφθαλμὸς ὄψεται, οἱ δὲ ἐκκεντήσαντες καὶ πᾶσαι αἱ τῆς γῆς φυλαὶ, αἱ τῇ ἀπιστίᾳ ἐμμείνασαι, κόψονται. τὸ δὲ ναὶ ἀμὴν, ἀντὶ τοῦ πάντως, τὸν αὐτὸν νοῦν τῆ Ἑλληνίδι καὶ Ἑβραί· δι γλώσσῃ ἐσήμανε. τὸ γὰρ ἀμὴν, ἑρμηνεύεται, γένοιτο.