Ancient Greek
Book 7
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 7.1
Not analysed yet
Εἶδον τέσσαρας Ἀγγέλους. Εἰ καὶ ταῦτα τισὶν ὑπὸ Ῥωμαίων πάλαι τοῖς Ἰουδαίοις γεγενῆσθαι ἐξείληπται, τῶν τεσσάρων θείων Ἀγγέλων δηλοῦν αὐτοῖς νομισθέντα, τὸ ἔπι τε γῆς ἐπί τε θαλάσσης τῶν τὴν ὀργὴν πειρωμένων διαδιδράσκειν ἄφυκτον, πολλῷ μᾶλλον τοῦτο ἐν τῇ τοῦ Ἀντιχρίστου ἐπελεύσει γενήσεται· οὐκ ἐν τῇ μερικῇ γῇ τῆς Ἰουδαίας, ἀλλ’ ἐν πάσῃ, ἦν ἐπὶ τῶν τεσσάρων γωνιῶν ἑστάναι τοὺς Ἀγγέλους διέξεισιν, ὡς πληροῦντας διακονίας τὰς θεόθεν αὐτοῖς ἐγκεχειρισμένας, ἡμῖν δὲ ἀγνώστους. ἡ δὲ τῶν ἀνέμων ἐποχὴ, προδήλως λύσιν τῆς εὐταξίας τῆς κτίσεως καὶ τὸ τῶν κακῶν ἐμφαίνει φαίνει ἀδιάδραστον· δι’ ἀνέμων γὰρ καὶ τὰ τῆς γῆς φυτὰ τρέφονται, καὶ πλεῖται ἡ θάλασσα.