Ancient Greek
Book 7
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 7.2
Not analysed yet
Καὶ ἔκραξε φωνὴ μεγάλη τοῖς τέσσαρσιν. Ὅπερ τῷ Ἰεζεκιὴλ πάλαι ἀποκεκάλυπτο περὶ τοῦ ἐνδεδυμένου τὸ βαδδὴν, καὶ τῶν καταστεναζόντων τὰ πρόσωπα σφραγίζοντος πρὸς τὸ μὴ συναπολέσθαι δικαίους ἀδίκοις, διὰ τὸ κεκρυμμένον τῆς τῶν ἁγίων ἀρετῆς, καὶ τοῖς Ἀγγέλοις ἄγνωστον· τοῦτο κἀνταῦθα τῷ Ἀποστόλῳ δείκνυται· ὑπερτέρας ἁγίας δυνάμεως τοῖς τιμωροῖς Ἀγγέλοις ἐγκελευομένης μηδὲν δράσαι εἰς τοὺς πλημμελήσαντας, πρὶν διὰ τοῦ σφραγισθέντος διακριθέντας ἐπιγνώσει τῆς ἀληθείας θεραπευθέντας. τοῦτο δὲ μερικῶς πάλαι γεγένηται τῶν τῷ Χριστῷ πεπιστευκότων τὴν τῆς Ἱερουσαλὴμ ὑπὸ Ῥωμαίων ἐκπεφευγότων πόρθησιν, εἰς πολλὰς τελούντων μυριάδας· ἀλλ’ οὖν ὡς εἴρηται ἐν τῷ καιρῷ τῆς τοῦ Ἀντιχρίστου ἐπελεύσεως μάλιστα γενήσεται, τῆς σφραγῖδος τοῦ ζωοποιοῦ σταυροῦ διειργούσης τῶν ἀπίστων τοὺς πιστοὺς, πεπαρρησιασμένως τὴν τοῦ Χριστοῦ σημείωσιν ἐνώπιον τῶν ἀσεβῶν φέροντας.