Ancient Greek
Book 7
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 7.13
Not analysed yet
Οὗτοι εἰσὶν οἱ ἐρχόμενοι. Οὗτοι εἰσὶν οἱ διὰ προσκαίρων πόνων αἰωνίαν ἀνάπαυσιν καρπούμενοι, καὶ διὰ τοῦ συμπάσχειν Χριστῷ, τούτῳ συμβασιλεύοντες· τὸ γὰρ ἡμέρας καὶ νυκτὸς ἐνταῦθα δηλοῖ τὸ ἀκατάπαυστον. ἐκεῖ γὰρ νὺξ οὐκ ἔσται, ἀλλ’ ἡμέρα μία, ἀντὶ τοῦ αἰσθητοῦ ἡλίου, τῷ τῆς δικαιοσύνης καταλαμπομένη. ἴσως δὲ νὺξ νοεῖται τὰ ἀπόκρυφα καὶ βαθέα τῆς γνώσεως μυστήρια, ἡμέρα δὲ τὰ σαφῆ τε καὶ εὔληπτα. ναὸς δὲ τοῦ Θεοῦ, πᾶσα μὲν ἡ ἀνακαινιζομένη κτίσις διὰ τοῦ Πνεύματος, μάλιστα δὲ οἱ τὸν ἀρραβῶνα τοῦ Πνεύματος σῶον καὶ ἄσβεστον φυλάξαντες, οἷς ἐνοικήσειν καὶ ἐμπεριπατήσειν ἐπήγγελται.