Ancient Greek
Book 7
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 7.16
Not analysed yet
Οὐ πεινάσουσιν. Οὗτοι, φησὶν, οὐ πεινάσουσιν οὐδὲ διψήσουσιν, καὶ εἰκότως· τὸν γὰρ ἄρτον τὸν οὐράνιον καὶ τὸ ὕδωρ τῆς ζωῆς ἕξουσιν, οὐδ’ οὐ μὴ πεσοῦνται ἐπ’ αὐτοὺς ἥλιος οὐδὲ καῦμα. οὐ γὰρ ὑπὸ πειρασμῶν ἔτι τῶν διὰ τοῦ ἡλίου καὶ τοῦ καύσωνος σημαινομένων ὀδυνηθήσονται, του καιροῦ τῶν ἀγώνων παρωχηκότος.