Ancient Greek
Book 7
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 7.9
Not analysed yet
Μετὰ ταῦτα εἶδον· καὶ ἰδοὺ ὄχλος. Ἰδοὺ μία Ἐκκλησία Ἀγγέλων καὶ ἀνθρώπων, καὶ οἱ πάλαι τοῖς Ἀγγέλοις ἄνθρωποι καταπληκτικοὶ φαινόμενοι τότε συλλειτουργοὶ ἀνθρώπων γενήσονται. εἴτε κατά τινας τῶν ἁγίων ἐν τοῖς οἰκείοις σώμασι διὰ τὴν ἐν τόπῳ περιγραφὴν αὐτοῖς ἐμφανιφόμενοι, εἴτε καθ’ ἕτερον τρόπον ὡς τὸ τριχῇ διαστατὸν μὴ ἔχοντες, ὅπερ σωμάτων ἴδιον, οὐκ ἐν τῇ οἰκείᾳ φύσει φαινόμενοι, ἀλλὰ κατὰ τὸ δοκοῦν τῷ Θεῷ τυποῦ μένοι καὶ σχηματιζόμενοι. κύκλῳ μέντοι τῶν Χερουβὶμ καὶ τῶν πρεσβυτέρων ἑστῶτες ἐμφανίζουσι διὰ τῆς στάσεως τὸ τῆς τιμῆς μέγεθος, ᾗ δοξάζονται οἱ διὰ τοῦ ἀριθμοῦ τῶν πρεσβυτέρων δηλούμενοι· ὑφ’ ὧν πάντων ἡ εὐχαριστία τῷ Θεῷ ἐπὶ ταῖς θεοπρεπέσιν αὐτοῦ εἰς τὴν αὐτοῦ κτίσιν οἰκονομίαις ὑπὲρ ἡμῶν ἀναπεμφθήσεται. Καὶ ἀπεκρίθη εἷς. Διεγείρει διὰ τῆς πεύσεως τὸν Ἀπόστολον ὁ ὀφθεὶς πρὸς τὴν τῶν ὁραθέντων ἔρευναν. ὁ δὲ τὴν ἄνοιαν εὐγνωμόνως προβαλλόμενος παρὰ τοῦ ἐρωτῶντος σοφίζεται.