Ancient Greek
Book 7
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 7.17
Not analysed yet
Ὅτι τὸ ἀρνίον. Οἱ ὑπὸ τοῦ Χριστοῦ τότε ποιμαινόμενοι, φησὶν, ἐπιδρομὰς λύκων κων οὐ φοβηθήσονται, ἅτε πεμπομένων εἰς τὸ πῦρ τὸ ἄσβεστον, ἀλλ’ ἐπὶ τὰς καθαρὰς καὶ τρανοτάτας τῶν θείων νοήσεων πηγὰς ἀύλους ποιμανθήσονται, δηλουμένας διὰ τοῦ ὕδατος, τὰς καὶ ἤδη τὴν ἄφθονον χύσιν τοῦ Πνεύματος χαρακτηρισαμένας. τοῦ Κυρίου εἰπόντος περὶ τοῦ εἰλικρινῶς πρὸς αὐτὸν πιστεύοντος, ὅτι “ποτα- “μοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος, ᾧ οἱ ἄγιοι τότε δαψιλῶς ποτιζόμενοι, ἐν ἀγαλλιάσει καὶ εὐφροσύνῃ ἀπεράντῳ ἔσονται, τῆς μερικῆς γνώσεως καταργουμένης, τὴν τελείαν κτώμεμενοις, καὶ τὴν τροπὴν μετὰ τῆς φθορᾶς ἐκδυόμενοι.