Ancient Greek
Book 7
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 7.3
Not analysed yet
Μὴ ἀδικήσητε τὴν γῆν. Ὡς δι’ ἡμᾶς γεγενημένης τῆς κτίσεως, παιδευομένοις ἡμῖν κοινωνεῖ ἐπὶ ταῖς μάστιξιν, ὥσπερ καὶ δοξαζομένοις τοῖς ἁγίοις συμφαιδρυνθήσεται. διὰ τούτων δὲ μανθάνομεν καὶ τοὺς ἐναρέτους δεῖσθαι δυναμωθῆναι δι’ ἀγγελικῆς βοηθείας πρὸ τῆς τῶν πειρασμῶν ἐπαγωγῆς, τῇ δεδομένῃ ἡμῖν σφραγῖδι τοῦ Πνεύματος, κατὰ τοσοῦτον ἐπιδεικνυμένη τὴν οἰκείαν δύναμιν, καθόσον ἃν αὐτῇ ἐργασίαν παρασχώμεθα· τῶν λοιπῶν μενόντων ἀβοηθήτων παρ’ οἰκείων, τοῦ μὴ βοηθῆναι θέλημα.