Ancient Greek
Book 7
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 7.6
Not analysed yet
Ἐκ φυλῆς Ἀσήρ. Ἐκ φυλῆς Ἀσήρ ιβ΄ χιλιάδες. Ἀσὴρ μακαρισμὸς ἑρμηνεύεται, δι’ οὗ δείκνυνται οἱ τῶν δεσποτικῶν μακαρισμῶν διὰ πολιτείας ἀξιούμενοι τῆς ἐκ δεξιῶν τοῦ Χριστοῦ στάσεως. ἐκ φυλῆς Νεφθαλείμ ἱρ’ χιλιάδες. Νεφθαλεὶμ προσευχὴ, δι’ ἧς χαρακτηρίφονται οἱ διὰ προσευχῆς ἀδιαλείπτου τῷ Θεῷ κολλώμενοι ἐκ φυλῆς Μανασσῆ ἱρ’ χιλιάδες. Μανασσῆ ἐπιλησμονὴ, τουτέστιν οἱ τῶν ὄπισθεν ἐπιλανθανόμενοι, καὶ τῶν πατρῴων οἴκων διὰ τὸν θεῖον ἔρωτα. ἐκ φυλῆς Συμεὼν ιβ΄ χιλιάδες. Συμεὼν ὑπακοὴ, δηλαδὴ οἱ δι’ ὑπακοῆς τῶν θείων ἐντολῶν δικαιούμενοι. ἐκ φυλῆς Λευΐ, ιβ΄ χιλιάδες. Λευΐ, προσειλημμένος, δι’ οὗ νοοῦνται οἱ διὰ πολιτείας ἱεροπρεποῦς ὑπὸ Χριστοῦ προσειλημμένοι. ὄγδοος δὲ ὁ Λευΐ τέτακται, ὡς κατὰ τὴν ὀγδόην ἡμέραν τὴν ἀνάστασιν τῆς ἀληθοῦς ἱερωσύνης ἀναδεικνύμενος. ἐκ φυλῆς Ἰσάχαρ ιβ΄ χιλιάδες. Ἰσάχαρ, μισθὸς, τουτέστιν οἱ τῶν ἐκ Θεοῦ μισθῶν ἕνεκεν ἐναρέτως πολιτευόμενοι. ἐκ φυλῆς Ζαβουλῶν ιβ΄ χιλιάδες. Ζαβουλὼν κατοικητήριον δυνάμεως, ἣ εὐωδία, δι’ οὗ νοοῦνται, οἱ τῆ ἐνοικήσει τοῦ Χριστοῦ κατὰ τῶν παθῶν δυναμωθέντες καὶ εὐωδία αὐτῷ γενόμενοι.