Ancient Greek
Book 7
Catenae (Novum Testamentum), Commentarius In Apocalypsin 7.8
Not analysed yet
Ἐκ φυλῆς Ἰωσήφ. Ἐκ φυλῆς Ἰωσὴφ ιβ΄ χιλιάδες· Ἰωσὴφ πρόσθεσις, τουτέστιν οἱ ἐν προσθήκης μέρει σὺν τῇ βασιλείᾳ τῶν οὐρανῶν τὰ πρὸς τὸ ζῆν ἀναγκαῖα λαμβάνοντες. ἐκ φυλῆς Βενιαμὶν, ιβ΄ χιλιάδες. ενιαμιν υἱὸς ὀδύνης, ἣ υἱὸς ἡμέρας, ἣ υἱὸς δεξιᾶς, δηλαδὴ οἱ διὰ καρδιακῶν ὀδυνῶν. εἴτε οὖν οἱ τότε ἐξ Ἑβραίων πιστοὶ καὶ διαπεφευγότες τὴν Ῥωμαίων αἰχμαλωσίαν, ίαν, τὸν ἀριθμὸν τοῦτον ἀναπληροῦσιν, εἴτε, ὃ καὶ μᾶλλον πιστότερον, οἱ ἐπὶ συντελείᾳ ἐξ Ἰουδαίων σωζόμενοι. “ὅτε γάρ,” φησι, ”“τὸ πλήρωμα τότε πᾶς Ἰσραὴλ σωθήσεται. οὐδέτερον ἀπαράδεκτον. ἡ δὲ ακριβεια τῆς ἐξ ἑκάστης φυλῆς ἰσότητος ἐμφαίνειν δοκεῖ τὸν πολυπλασιασμὸν τοῦ ἀποστολικοῦ σπόρου, δωδεκάκις δώδεκα διπλασιαζομένου ἐπὶ τὸν τέλειον τῆς χιλιάδος ἀριθμὸν, καὶ οὕτω τὰς ῥηθείσας χιλιάδας ἀποτελοῦντος. Ἐπισημαντέον δὲ τοῦτο, ὡς ἡ φυλὴ τοῦ Δὰν, ὡς ἐξ αὐτῆς τικτομένου τοῦ Ἀντιχρίστου, ταῖς λοιπαῖς οὐ συνηρίθμηται, ἀλλ’ ἀντὶ ταύτης ἡ τοῦ Λευΐ, ὡς ἱερατικὴ πάλαι εἰς μερισμὸν μὴ ἐρχομένη. ἐκ δὲ τῆς τῶν ὀνομάτων ἑρμηνείας ἔστι τινὰ τῶν φυλῶν ἑκάστη προσαρμόσαι διάνοιαν, ὡς ἐν τοῖς παραπλησίοις παρατεθήσεται. τὸν δὲ Ἰωσὴφ ἀντὶ τοῦ υἱοῦ αὐτοῦ τοῦ Ἐφραὶμ τέθεικεν. ἁρμόδιος δὲ τούτοις ὁ λεχθεὶς ἀριθμὸς, ὡς εἴρηται, διά τε τοὺς πάλαι Ἑβραίων ιβ΄ φυλάρχους, διά τε τοὺς ἀντ’ αὐτῶν καταστάντας ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν Ἀποστόλους, δι’ ὧν οἱ ἐν τῇ διασπορᾷ τῆς γῆς Ἰουδαῖοι ἐπ’ ἐσχάτων τῶν χρόνων σώζονται.