Ancient Greek · ~2 min
Chapter 17
Cebes, Cebetis tabula 17
Not analysed yet
Ὁρᾷς οὖν, ἔφη, καὶ ἔμπροσθεν τοῦ ἄλσους ἐκείνου τόπον τινά, ὃς δοκεῖ καλός τε εἶναι καὶ λειμωνοειδὴς καὶ φωτὶ πολλῷ καταλαμπόμενος; Καὶ μάλα. Κατανοεῖς οὖν ἐν μέσῳ τῷ λειμῶνι περίβολον ἕτερον καὶ πύλην ἑτέραν; Ἔστιν οὕτως. ἀλλὰ τίς καλεῖται ὁ τόπος οὗτος; Εὐδαιμόνων οἰκητήριον, ἔφη· ὧδε γὰρ διατρίβουσιν αἱ Ἀρεταὶ πᾶσαι καὶ ἡ Εὐδαιμονία. Εἶεν, ἔφην ἐγώ, ὡς καλὸν λέγεις τὸν τόπον εἶναι.