Ancient Greek · ~3 min
Chapter 18
Cebes, Cebetis tabula 18
Not analysed yet
Οὐκοῦν παρὰ τὴν πύλην ὁρᾷς, ἔφη, ὅτι γυνή τις ἐστὶ καλὴ καὶ καθεστηκυῖα τὸ πρόσωπον, μέσῃ δὲ καὶ κεκριμένῃ ἤδη τῇ ἡλικίᾳ, στολὴν δʼ ἔχουσα ἁπλῆν τε καὶ ἀκαλλώπιστον; ἕστηκε δὲ οὐκ ἐπὶ στρογγύλου λίθου, ἀλλʼ ἐπὶ τετραγώνου ἀσφαλῶς κειμένου. καὶ μετὰ ταύτης ἄλλαι δύο εἰσὶ θυγατέρες τινὲς δοκοῦσαι εἶναι. Ἐμφαίνει οὕτως ἔχειν. Τούτων τοίνυν ἡ μὲν ἐν τῷ μέσῳ Παιδεία ἐστίν, ἡ δὲ Ἀλήθεια, ἡ δὲ Πειθώ. Τί δὲ ἕστηκεν ἐπὶ λίθου τετραγώνου αὕτη; Σημεῖον, ἔφη, ὅτι ἀσφαλής τε καὶ βεβαία ἡ πρὸς αὐτὴν ὁδός ἐστι τοῖς ἀφικνουμένοις καὶ τῶν διδομένων ἀσφαλὴς ἡ δόσις τοῖς λαμβάνουσι. Καὶ τίνα ἐστίν, ἃ δίδωσιν αὕτη; Θάρσος καὶ ἀφοβία, ἔφη ἐκεῖνος. Ταῦτα δὲ τίνα ἐστίν; Ἐπιστήμη, ἔφη, τοῦ μηδὲν ἄν ποτε δεινὸν παθεῖν ἐν τῷ βίῳ.