Ancient Greek
Chapter 21
Cebes, Cebetis tabula 21
Not analysed yet
Ὅταν οὖν παραλάβωσιν αὐτὸν αὗται, ποῦ ἄγουσι; Πρὸς τὴν μητέρα, ἔφη. Αὕτη δὲ τίς ἐστιν; Εὐδαιμονία, ἔφη. Ποία δʼ ἐστὶν αὕτη; Ὁρᾶς τὴν ὁδὸν ἐκείνην τὴν φέρουσαν ἐπὶ τὸ ὑψηλὸν ἐκεῖνο, ὅ ἐστιν ἀκρόπολις τῶν περιβόλων πάντων; Ὁρῶ. Οὐκοῦν ἐπὶ τοῦ προπυλαίου γυνὴ καθεστηκυῖα εὐειδής τις κάθηται ἐπὶ θρόνου ὑψηλοῦ κεκοσμημένη ἐλευθέρως καὶ ἀπεριέργως καὶ ἐστεφανωμένη στεφάνῳ εὐανθεῖ πάνυ καλῷ; Ἐμφαίνει οὕτως. Αὕτη τοίνυν ἐστὶν ἡ Εὐδαιμονία, ἔφη.