Ancient Greek
Chapter 22
Cebes, Cebetis tabula 22
Not analysed yet
Ὅταν οὖν ὧδέ τις παραγένηται, τί ποιεῖ; Στεφανοῖ αὐτόν, ἔφη, τῇ ἑαυτῆς δυνάμει ἥ τε Εὐδαιμονία καὶ αἱ ἄλλαι Ἀρεταὶ πᾶσαι ὥσπερ τοὺς νενικηκότας τοὺς μεγίστους ἀγῶνας. Καὶ ποίους ἀγῶνας νενίκηκεν αὐτός; ἔφην ἐγώ. Τοὺς μεγίστους, ἔφη, καὶ τὰ μέγιστα θηρία, ἃ πρότερον αὐτὸν κατήσθιε καὶ ἐκόλαζε καὶ ἐποίει δοῦ ταῦτα πάντα νενίκηκε καὶ ἀπέρριψεν ἀφʼ ἑαυτοῦ καὶ κεκράτηκεν ἑαυτοῦ, ὥστε ἐκεῖνα νῦν τούτῳ δουλεύουσι, καθάπερ οὗτος ἐκείνοις πρότερον.