Ancient Greek
Chapter 23
Cebes, Cebetis tabula 23
Not analysed yet
Ποῖα ταῦτα λέγεις θηρία; πάνυ γὰρ ἐπιποθῶ ἀκοῦσαι. Πρῶτον μέν, ἔφη, τὴν Ἄγνοιαν καὶ τὸν Πλάνον. ἢ οὐ δοκεῖ σοι ταῦτα θηρία; Καὶ πονηρά γε, ἔφην ἐγώ. Εἶτα τὴν Λύπην καὶ τὸν Ὀδυρμὸν καὶ τὴν Φιλαργυρίαν καὶ τὴν Ἀκρασίαν καὶ τὴν λοιπὴν ἅπασαν Κακίαν. πάντων τούτων κρατεῖ καὶ οὐ κρατεῖται ὥσπερ πρότερον. Ὢ καλῶν ἔργων, ἔφην ἐγώ, καὶ καλλίστης νίκης. ἀλλʼ ἐκεῖνο ἔτι μοι εἰπέ· τίς ἡ δύναμις τοῦ στεφάνου, ᾧ ἔφης . . . στεφανοῦν αὐτόν; Εὐδαιμονική, ὦ νεανίσκε. ὁ γὰρ στεφανωθεὶς ταύτῃ τῇ δυνάμει εὐδαίμων γίνεται καὶ μακάριος καὶ οὐκ ἔχει ἐν ἑτέροις τὰς ἐλπίδας τῆς εὐδαιμονίας, ἀλλʼ ἐν αὑτῷ. XXIV.