Ancient Greek · ~3 min
Chapter 7
Cebes, Cebetis tabula 7
Not analysed yet
Ὁρῶ τούτους, ἔφην. ἡ δὲ γυνὴ ἐκείνη τίς ἐστιν ἡ ὥσπερ τυφλὴ καὶ μαινομένη τις εἶναι δοκοῦσα καὶ ἑστηκυῖα ἐπὶ λίθου τινὸς στρογγύλου; Καλεῖται μέν, ἔφη, Τύχη· ἔστι δὲ οὐ μόνον τυφλὴ καὶ μαινομένη, ἀλλὰ καὶ κωφή. Αὕτη οὖν τί ἔργον ἔχει; Περιπορεύεται πανταχοῦ, ἔφη· καὶ παρʼ ὧν μὲν ἁρπάζει τὰ ὑπάρχοντα καὶ ἑτέροις δίδωσι· παρὰ δὲ τῶν αὐτῶν πάλιν ἀφαιρεῖται παραχρῆμα ἃ δέδωκε καὶ ἄλλοις δίδωσιν εἰκῆ καὶ ἀβεβαίως. διὸ καὶ τὸ σημεῖον καλῶς μηνύει τὴν φύσιν αὐτῆς. Ποῖον τοῦτο; ἔφην ἐγώ. Ὅτι ἐπὶ λίθου στρογγύλου ἕστηκεν. Εἶτα τί τοῦτο σημαίνει; Οὐκ ἀσφαλὴς οὐδὲ βεβαία ἐστὶν ἡ παρʼ αὐτῆς δόσις. ἐκπτώσεις γὰρ μεγάλαι καὶ σκληραὶ γίνονται, ὅταν τις αὐτῇ πιστεύσῃ.