Ancient Greek · ~4 min
Chapter 8
Cebes, Cebetis tabula 8
Not analysed yet
Ὁ δὲ πολὺς ὄχλος οὗτος ὁ περὶ αὐτὴν ἑστηκὼς τί βούλεται καὶ τίνες καλοῦνται; Καλοῦνται μὲν οὗτοι ἀπροβούλευτοι· αἰτοῦσι δὲ ἕκαστος αὐτῶν ἃ ῥίπτει. Πῶς οὖν οὐχ ὁμοίαν ἔχουσι τὴν μορφήν, ἀλλʼ οἱ μὲν αὐτῶν δοκοῦσι χαίρειν, οἱ δὲ ἀθυμοῦσιν ἐκτετακότες τὰς χεῖρας; Οἱ μὲν δοκοῦντες, ἔφη, χαίρειν καὶ γελᾶν αὐτῶν οἱ εἰληφότες τι παρʼ αὐτῆς εἰσιν· οὗτοι δὲ καὶ ἀγαθὴν Τύχην αὐτὴν καλοῦσιν. οἱ δὲ δοκοῦντες κλαίειν εἰσὶ παρʼ ὧν ἀφείλετο ἃ δέδωκε πρότερον αὐτοῖς. οὗτοι δὲ πάλιν αὐτὴν κακὴν Τύχην καλοῦσι. Τίνα οὖν ἐστιν ἃ δίδωσιν αὐτοῖς, ὅτι οὕτως οἱ μὲν λαμβάνοντες χαίρουσιν, οἱ δὲ ἀποβάλλοντες κλαίουσι; Ταῦτα, ἔφη, ἃ παρὰ τοῖς πολλοῖς ἀνθρώποις δοκεῖ εἶναι ἀγαθά. Ταῦτα οὖν τίνα ἐστί; Πλοῦτος δηλονότι καὶ δόξα καὶ εὐγένεια καὶ τέκνα καὶ τυραννίδες καὶ βασιλεῖαι καὶ τἆλλα ὅσα τούτοις παραπλήσια. Ταῦτα οὖν πῶς οὐκ ἔστιν ἀγαθά; Περὶ μὲν τούτων, ἔφη, καὶ αὖθις ἐκποιήσει διαλέγεσθαι, νῦν δὲ περὶ τὴν μυθολογίαν γινώμεθα. Ἔστω οὕτως.