Ancient Greek · ~3 min
1 to 5
CHARAX PERGAMENUS, Fragmenta 1-5
Not analysed yet
Ταίναρος, πόλις ἀπὸ Ταινάρου τοῦ Γεραιστοῦ μὲν ἀδελφοῦ, Διὸς δὲ παιδός. Ὃς πλέων σὺν Καλάβρῳ τῷ ἀδελφῷ καὶ τόπον τῆς Πελοποννήσου καταλαβών τινα Ποσειδῶνος ἱερὸν ἱδρύσατο, ὃ καλεῖται Ταίναρον . . . Εἰσὶ δὲ καὶ Ταινάριοι Θῆβαι, ὡς Χάραξ ἐν Ἑλληνικῶν δευτέρῳ. Ἀδράστεια· Ἔστι δὲ καὶ Τρωάδος Ἀδράστεια τόπος, ἀπὸ Ἀδραστείας θυγατρὸς Μελίσσου, τοῦ Ἴδης, τῆς πρῶτον βασιλευσάσης ἐν Τροίᾳ, ὡς Χάραξ Ἑλληνικῶν δευτέρᾳ. Ἴδη, Τροίας ὄρος . . . ἀπὸ Ἰδῆς βασιλίσσης, ὡς Χάραξ. Νεάνδρεια, πόλις Τρωάδος ἐν Ἑλλησπόντῳ, ὡς Χάραξ. Ταύτην (sc. Τὴν Ἱσπανίαν) κεκλῆσθαί φησιν (sc. Χάραξ) Ἰβηρίαν ἐν Ἑλληνικῶν γʹ· «Τὴν δὲ Ἱσπανίαν Ἕλληνες τὰ πρῶτα Ἰβηρίαν ἐκάλουν, οὔπω ξύμπαντος τοῦ ἔθνους τὴν προσηγορίαν μεμαθηκότες, ἀλλ ̓ ἀπὸ μέρους τῆς γῆς ὅ ἐστι πρὸς ποταμὸν Ἴβηρα καὶ ἀπ ̓ ἐκείνου ὀνομάζεται, τῆν πᾶσαν οὕτω καλοῦντες.» Ὕστερον δέ φασιν (φησιν̣) αὐτὴν μετακεκλῆσθαι Ἱσπανίαν.