Ancient Greek · ~4 min
Dfhg-Source dfhg3_CHARAX_PERGAMENUS
CHARAX PERGAMENUS, Fragmenta 6
Not analysed yet
Οὕτως ὁ Χάραξ ἐν τῷ «δʹ. Ἀγαμήδης ἄρχων Στυμφήλου τῆς Ἀρκαδίας ἐγάμει Ἐπικάστην, ἧς παῖς ἦν Τροφώνιος σκότιος. Οὗτοι τοὺς τότε πάντας ὑπερεβάλλοντο εὐτεχνίᾳ, τόν τε ἐν Δελφοῖς Ἀπόλλωνος ναὸν ἠργολάβησαν· ἐν Ἤλιδι δὲ ταμιεῖον χρυσοῦν κατεσκεύασαν Αὐγείᾳ· ᾧ παραλείψαντες ἁρμὸν λίθινον, νυκτὸς εἰσιόντες ἔκλεπτον τῶν χρημάτων ἅμα Κερκυόνι, ὃς ἦν γνήσιος Ἀγαμήδους καὶ Ἐπικάστης υἱός. Ὡς δὲ ἠπόρει λίαν Αὐγείας, ἐπιδημήσαντα Δαίδαλον αὐτόσε κατὰ φυγὴν Μίνωος ἐλιτάνευσεν ἐξιχνεῦσαι τὸν φῶρα. Ὁ δὲ παγίδας ἔστησεν, αἷς περιπεσὼν Ἀγαμήδης ἀναιρεῖται. Τροφώνιος δὲ τὴν κεφαλὴν αὐτοῦ τεμὼν πρὸς τὸ μὴ γνωρισθῆναι, ἅμα Κερκυόνι φεύγει εἰς Ὀρχομενόν. Αὐγείου δὲ κατὰ κέλευσιν Δαιδάλου πρὸς τὴν τῶν αἱμάτων ἔκλυσιν (1. ἔκχυσιν Ald.) ἐπιδιώκοντος, καταφεύγουσιν ὁ μὲν Κερκυὼν εἰς Ἀθήνας, ὡς Καλλίμαχος [fr. 143 Bentl.] · ὅς ἔφυγεν μὲν Ἀρκαδίην, ἡμῖν δὲ κακὸς παρενάσσατο γείτων· ὁ δὲ ἕτερος εἰς Λεβάδειαν τῆς Βοιωτίας, οὗ κατωρυχὴν ποιησάμενος οἴκησιν διετέλει. Τελευτήσαντος δὲ αὐτοῦ μαντεῖον ἀτρεκὲς ἐφάνη αὐτόσε. Καὶ θύουσιν αὐτῷ ὡς θεῷ. Παρέλιπε δὲ υἱὸν Ἄλκανδρον.»