Ancient Greek · ~2 min
Dfhg-Source dfhg3_CHARAX_PERGAMENUS
CHARAX PERGAMENUS, Fragmenta 13
Not analysed yet
Περὶ Διονύσου. Ὁ Χάραξ οὕτω φησὶν, ὅτι Σεμέλη ἡ Κάδμου θυγάτηρ λέγεται κυῆσαι πρὸ γάμου· ἐν δὲ ταῖς γοναῖς κεραυνοῦ κατασκήψαντος, αὐτὴ μὲν ἠφανίσθη, τὸ δὲ βρέφος περιεγένετο. Ἐκείνην μὲν οὖν, ὑποῖα ἐπὶ τοῖς διοβλήτοις λέγεται, θείας μοίρας λαχεῖν ᾠήθησαν καὶ Θυώνην ὠνόμασαν, τὸν δὲ παῖδα θειότατον ὄντα ὁ Κάδμος, διότι ἐκ πυρὸς ἐσώθη, περιεῖπε, καὶ τίθεται αὐτῷ Αἰγυπτίου Διονύσου πάτριον ὄνομα.