Ancient Greek · ~3 min
14 to 15
CHARAX PERGAMENUS, Fragmenta 14-15
Not analysed yet
Ὁ χάραξ τὸ χρυσοῦν δέρμα μέθοδον εἶναι λέγει χρυσογραφίας μεμβράναις ἐμπεριειλημμένην, δι ̓ ἣν, ὡς λόγου ἀξίαν, τὸν τῆς Ἀργοῦς καταρτισθῆναι στόλον φησί. Cf. Suidas v. Δέρας: Τὸ χρυσόμαλλον δέρας . . . βιβλίον ἦν ἐν δέρμασι γεγραμμένον, περιέχον ὅπως δεῖ γίνεσθαι διὰ χημείας χρυσόν· εἰκότως οὖν οἱ τότε χρυσοῦν ὠνόμαζον αὐτὸ δέρας, διὰ τὴν ἐνέργειαν τὴν ἐξ αὐτοῦ. Χάραξ δέ φησι πολλαῖς ναυσὶν ἐκπλεῦσαι τοὺς Ἀργοναύτας, ὧν ἀποπλανηθεῖσα μία ναῦς προσηράχθη τῇ Μαιώτιδι. Οἱ δὲ ἐμπλέοντες Τέλχις καὶ Ἄμφιτος ἡνίοχοι τῶν Διοσκούρων ὄντες αὐτόθι μείναντες ἦρξαν, ἀφ ̓ ὧν συνέβη τοὺς ἐνοικοῦντας ἐκεῖσε Ἡνιόχους καλεῖσθαι. Ὅθεν καὶ Διοσκουριὰς ἦν ἐκεῖσε λεγομένη ἡ πόλις.