Ancient Greek · ~2 min
Dfhg-Source dfhg3_CHARAX_PERGAMENUS
CHARAX PERGAMENUS, Fragmenta 15
Not analysed yet
Ἡνίοχοι καὶ οἱ Ζύγιοι, ἔθνος ἀγριώτατον, ὡς ἡ ἱστορία φησὶν, Πελασγῶν ἔκγονοι. Ἱστορεῖ δὲ Χάραξ τοὺς Ἀργοναύτας οὐ μιᾷ νηΐ κατὰ τὸν πολὺν περὶ τῆς Ἀργοῦς λόγον, ἀλλὰ πολλοῖς πλοίοις εἰσπλεῦσαι τὸν Εὔξεινον. Καί τινας αὐτῶν ἀποπλανηθῆναι, καὶ ἐν μιᾷ τῶν νηῶν εἶναι τοὺς τῶν Τυνδαριδῶν ἡνιόχους, ἤτοι τοὺς τῶν Διοσκούρων, ἀφ ̓ ὧν κληθῆναι τὰ ἔθνη τοὺς Ἡνιόχους καὶ τοὺς Τυνδαρίδας· ναὶ μὴν καὶ τὴν Διοσκουρίδα χώραν, τὸν τοῦ Εὐξείνου μυχὸν, ἤγουν τὸν ἔσχατον πρὸς τῇ Κολχικῇ Τραπεζοῦντι πλοῦν.