Ancient Greek · ~2 min
Dfhg-Source dfhg3_CHARAX_PERGAMENUS
CHARAX PERGAMENUS, Fragmenta 22
Not analysed yet
Φασὶ γάρ ποτε τὸν Διόνυσον ἐπὶ τὸν πρὸς Τυρσηνοὺς ἀπιόντα πόλεμον τοὺς γεγηρακότας τῶν Σειληνῶν μετὰ τῆς ἀχρήστου ἡλικίας ἐν Ἰταλίᾳ καταλιπεῖν· τοὺς δὲ τραπῆναι ἐπὶ ἀμπέλων ἐπιμέλειαν, καὶ εὔοινον γενέσθαι τὴν Ἰταλίαν· τοὺς δὲ γεωργοὺς οἱ Ἰταλοὶ κολώνους ἐκάλουν· ὡς καὶ ἱδρύσασθαι τοιαῦτα ἀγάλματα οἰνοφοροῦντα ἐν ἀσκοῖς. Ἐσπούδαζον δὲ, καὶ ἃς ᾤκουν πόλεις οἱ Ἰταλοὶ, τιμὴν ταύταις παρέχειν, ἀνιστάντες δαίμονά τινα ὡς πρεσβύτην ὅμοιον Σειληνῷ, ἵνα καὶ τῇ κοινωνίᾳ τῶν ἱερῶν συγκραθῶσιν. Αἱ δὲ πέδαι περιτιθέμεναι δηλοῦσι τὸ ὑπήκοον, τῷ συνδεδέσθαι αὐτοῖς τὰς πόλεις τὰς ἐχούσας τὰ τοιαῦτα ἀγάλματα. Ταῦτα εἴρηται Χάρακι ἱστοριογράφῳ.