Ancient Greek · ~7 min
23 to 34
CHARAX PERGAMENUS, Fragmenta 23-34
Not analysed yet
Ὠγυγία . . . ἐλέγετο καὶ ἡ Ἀττικὴ πᾶσα Ὠγυγία, ὡς Χάραξ φησὶν ἐν τοῖς Χρονικοῖς. Αἴγυπτος καὶ ἡ χώρα καὶ ὁ ποταμὸς ἐκλήθη ἀπὸ Αἰγύπτου, ὡς Χάραξ· «[Αἴγυπτος] Βήλου παῖς ὢν καὶ Ἀερίας τῆς καὶ Ποταμίτιδος βασιλεύσας ἔτη τετταράκοντα τρία.» Παρρασία, πόλις Ἀρκαδίας . . . κέκληται ἀπὸ Παρρασοῦ, ἑνὸς τῶν Λυκάονος παίδων. Χάραξ δὲ κτίσμα Πελασγοῦ ἐν πρώτῳ Χρονικῶν οὕτω· «Πελασγὸς Ἀρέστορος παῖς τοῦ Ἐκβάσου τοῦ Ἄργου μετοικήσας ἐξ Ἄργους εἰς τὴν ἀπ ̓ ἐκείνου μὲν τότε Πελασγίαν, ὕστερον δὲ Ἀρκαδίαν κληθεῖσαν, ἐβασίλευσεν ἔτη εἴκοσι πέντε καὶ πόλιν Παρρασίαν ἔκτισε.» Ἀγρίαι, ἀρσενικῶς, ἔθνος Παιονίας μεταξὺ Αἴμου καὶ Ῥοδόπης . . . Λέγονται καὶ Ἀγριᾶνες . . . Τὸ κτητικὸν Ἀγριανικὸς, ὡς Χάραξ ἐν δευτέρῳ Χρονικῶν. Ἄστυρα, πόλις Μυσίας . . . Ἔστι καὶ πόλις Φοινίκης κατὰ Ῥόδον, ἐν ᾗ ἐτιμᾶτο ἡ Ἀθηνᾶ Ἀστυρίς. Ἔστι καὶ Βοιωτίας πρὸς ταῖς Ποτνίαις, ὡς Χάραξ ἐν δευτέρᾳ. Φησὶ Χάραξ, ὅτι ὁ Θησεὺς τὰς ἕνδεκα πόλεις τὰς ἐν τῇ Ἀττικῇ συνοικίσας εἰς Ἀθήνας συνοίκια ἑορτὴν κατεστήσατο. Λάρανδα, πόλις Λυκαονίας· ὁ πολίτης Λαρανδεύς. Χάραξ τρίτῳ Χρονικῶν. Ἡφαιστία, πόλις ἐν Λήμνῳ. Ἑκαταῖος Εὐρώπῃ. Χάραξ δ ̓ ἐν δεκάτῳ Χρονικῶν φησιν, ὅτι Μυριναῖοι τῶν Πελασγικῶν ὑποσχέσεων οὐ φροντίσαντες ἀπέκλεισαν τῷ Μιλτιάδῃ τὰς πύλας, κἀκεῖνος πολιορκίᾳ περιεστήσατο αὐτούς. Τῶν δ ̓ (1. Ἕρμων δ ̓) Ἡφαιστιέων τύραννος ὢν, φοβηθεὶς τὴν δύναμιν, ἔφη χαριζόμενος τοῖς Ἀθηναίοις φίλοις οὖσιν ἐμπεδοῦν τὰ ὁμολογηθέντα ὑπὸ τῶν Πελασγῶν, καὶ ἀμαχεὶ παρέδωκε τὴν πόλιν. Ὠρεὸς, πόλις Εὐβοίας . . . Τούτου τὸ ἐθνικὸν διὰ τῆς ει διφθόγγου γράφεται Ὠρείτης . . . Μέμνηται τοῦ ἐθνικοῦ καὶ Χάραξ ἐν Χρονικῶν ἑκκαιδεκάτῳ· «Ἀθηναῖοι ἅμα Χαλκιδεῦσι τοῖς ἐν Εὐβοίᾳ καὶ Μεγαρεῦσι στρατεύσαντες εἰς Ὠρεὸν Φιλιστίδην τὸν τύραννον ἀπέκτειναν καὶ Ὠρείτας ἠλευθέρωσαν. Φράδα, πόλις ἐν Δράγγαις, ἣν Ἀλέξανδρος Προφθασίαν μετωνόμασεν, ὡς Χάραξ ἐν ἕκτῳ Χρονικῶν. Αὐταριᾶται, ἔθνος Θεσπρωτικόν. Χάραξ ἐν ἑβδόμῃ Χρονικῶν καὶ Φαβωρῖνος ἐν Παντοδαπαῖς καὶ Ἐρατοσθένης. Ἀλαβούριον, πόλις Συρίας. Χάραξ ὀγδόῃ Χρονικῶν.