Ancient Greek · ~2 min
Dfhg-Source dfhg3_CHARAX_PERGAMENUS
CHARAX PERGAMENUS, Fragmenta 48
Not analysed yet
Ἀλάβανδα, πόλις Καρίας, ἡ ποτέ Ἀντιόχεια. Ἐκλήθη δὲ ἀπὸ Ἀλαβάνδου τοῦ Εὐΐππου, ὡς Χάραξ. Ἔστι καὶ ἑτέρα πόλις Καρῶν εὐτυχεστάτη, ἀφ ̓ ἧς ἡ παροιμία, Ἀλάβανδα Καρῶν εὐτυχεστάτη. Κτίσμα δὲ καρὸς ἦν, ἀπὸ τοῦ παιδὸς αὐτοῦ κληθεῖσα τοῦ γεννηθέντος ἀπὸ Καλλιρρόης τῆς Μαιάνδρου, μετὰ νίκην ἱππομαχικὴν, καὶ κληθέντος Ἀλαβάνδου, ὅ ἐστι κατὰ τὴν Καρῶν φωνὴν Ἱππόνικος· ἄλα γὰρ τὸν ἵππον, βάνδα δὲ τὴν νίκην καλοῦσιν.