Ancient Greek · ~3 min
38 to 47
CHARAX PERGAMENUS, Fragmenta 38-47
Not analysed yet
Σάλυες, ἔθνος Λιγυστικὸν, πολεμῆσαν Ῥωμαίοις, ὡς χάραξ ἐν δεκάτῳ Χρονικῶν. Κοσίανα, φρούριον Παλαιστίνης. Χάραξ δεκάτῳ, ἐν τῇ παραλίᾳ τῆς Συρίας. Δῶρος, πόλις Φοινίκης . . . Χάραξ ιαʹ· «Τρύφων, ἐν Δώρῳ τῆς Κοίλης Συρίας πόλει πολιορκούμενος ὑπ ̓ Ἀντιόχου, ἔφυγεν εἰς Πτολεμαςΐδα, τὴν Ἄκην λεγομένην.» Φιδήνη, πόλις Ἀλβανῶν. Τὸ ἐθνικὸν Φιδηναῖος. Ἔοικε καὶ Φίδηνα λέγεσθαι, ὡς Ῥάβεννα, καὶ Φιδηνάτης, ὡς Ῥαβεννάτης· οὕτω γὰρ Χάραξ ιβʹ κέχρηται Φιδηνάτης. Κούριοι, ἔθνος Σαβίνων, πολεμῆσαν Ῥωμαίοις. Χάραξ ιβʹ. Ἀνθάνα, πόλις Λακωνικὴ, μία τῶν ἑκατόν . . . Χάραξ Ἀνθήνην αὐτήν φησιν. Ἀμοργὸς, νῆσος μία τῶν Κυκλάδων. Λέγεται καὶ Ἀμόργιον, ὥς φησι Χάραξ. Ἱερὰ, νῆσος ἐν τῷ Κρητικῷ πελάγει, ὡς Χάραξ. Τέμβριον, πόλις Φρυγίας. Χάραξ δὲ Τύμβριον αὐτήν φησι. Ἴσαυρα, οὐδετέρως, πόλις Ἰσαυρίας μεταξὺ Λυκαονίας καὶ Κιλικίας πρὸς τῷ Ταύρῳ. Χάραξ δὲ θηλυκῶς.